Psalms of Solomon: Psalms of Solomon Chapter 1
The archive, offline Own the Wisdom of the Ages Every text in the library on a single USB drive. Read offline, cite freely, keep forever. No subscription required.
Buy USB Drive Now $127.00
Psalms of Solomon: Psalms of Solomon Chapter 1
Septuagint: Psalms of Solomon Chapter 1
1 ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς
2 ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἶπα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης
3 ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις
4 ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς
5 ὑψώθησαν ἕως τῶν ἄστρων εἶπαν οὐ μὴ πέσωσιν
6 καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν
7 αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ᾔδειν
8 αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη ἐβεβήλωσαν τὰ ἅγια κυρίου ἐν βεβηλώσει
Comments and social are coming soon
Reader conversations and shared activity will appear here.
934 of 1249 Chapter 0% Book 75% ~1 min left
